Add parallel Print Page Options

Καί τινων λεγόντων περὶ τοῦ ἱεροῦ, ὅτι λίθοις καλοῖς καὶ ἀναθήμασιν κεκόσμηται εἶπεν· Ταῦτα ἃ θεωρεῖτε, ἐλεύσονται ἡμέραι ἐν αἷς οὐκ ἀφεθήσεται λίθος ἐπὶ [a]λίθῳ ὃς οὐ καταλυθήσεται.

Ἐπηρώτησαν δὲ αὐτὸν λέγοντες· Διδάσκαλε, πότε οὖν ταῦτα ἔσται, καὶ τί τὸ σημεῖον ὅταν μέλλῃ ταῦτα γίνεσθαι; ὁ δὲ εἶπεν· Βλέπετε μὴ πλανηθῆτε· πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου [b]λέγοντες· Ἐγώ εἰμι καί· Ὁ καιρὸς ἤγγικεν· [c]μὴ πορευθῆτε ὀπίσω αὐτῶν. ὅταν δὲ ἀκούσητε πολέμους καὶ ἀκαταστασίας, μὴ πτοηθῆτε· δεῖ γὰρ ταῦτα γενέσθαι πρῶτον, ἀλλ’ οὐκ εὐθέως τὸ τέλος. 10 τότε ἔλεγεν αὐτοῖς· Ἐγερθήσεται ἔθνος ἐπ’ ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν, 11 σεισμοί τε μεγάλοι [d]καὶ κατὰ τόπους [e]λιμοὶ καὶ λοιμοὶ ἔσονται, φόβητρά τε καὶ [f]σημεῖα ἀπ’ οὐρανοῦ μεγάλα ἔσται.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 21:6 λίθῳ Treg NIV RP ] + ὧδε WH
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 21:8 λέγοντες WH NIV ] + ὃτι Treg RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 21:8 μὴ WH Treg NIV ] + οὖν RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 21:11 καὶ κατὰ τόπους WH Treg NIV ] κατὰ τόπους καὶ RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 21:11 λιμοὶ καὶ λοιμοὶ NIV RP ] λοιμοὶ καὶ λιμοὶ WH Treg
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 21:11 σημεῖα ἀπ’ οὐρανοῦ μεγάλα Treg RP ] ἀπ’ οὐρανοῦ σημεῖα μεγάλα WH NIV; σημεῖα μεγάλα ἀπ’ οὐρανοῦ WHmarg